leonidas
1 τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι;
2 Πρηξὼ Καλλιτέλευς. 3 καὶ ποδαπή; 4 Σαμίη.
5 τίς δέ σε καὶ κτερέιξε; 6 Θεόκριτος, ᾧ με γονῆες
ἐξέδοσαν. 7 θνῄσκεις δ᾽ ἐκ τίνος ; 8 ἐκ τοκετοῦ.
9 εὖσα πόσων ἐτέων ; 10 δύο κεἴκοσιν. 11 ἦ ῥὰ γ᾽ ἄτεκνος ;
12 οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.
13 Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο.
14 καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.