antiphilus
Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾄσεται αἰὼν,
Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενου:
σῆμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι
νύμφαι, ἀπεχθομένης Ἰλίου ἀντιπέρας:
δένδρα δὲ δυσμήνιτα, καὶ ἢν ποτὶ τεῖχος ἴδωσι
Τρώιον, αὐαλέαν φυχλλοχοεῦντι κόμην,
ὅσσος ἐν ἡρώεσσι τότ᾽ ἦν χόλος, εἰ μέρος ἀκμὴν
ἐχθρὸν ἐν ἀψύχοις σώζεται ἀκρεμόσιν ;