anonymi epigrammatici
μή με τάφῳ σύγκρινε τὸνἝκτορα, μηδ᾽ ἐπὶ τύμβῳ
μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον,
Ἰλιάς, τὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ
φεύγοντες — τούτοις πᾶσιν ἐχωννύμεθα:
[εἰ δ᾽ ὀλίγην ἀθρεῖς ἐπ᾽ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος:
Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.]