philippus
ἄγκυραν ἐμβρύοικον, ἐρυσινηίδα,
κώπας τε δισσὰς τὰς ἀπωσικυμάτους,
καὶ δικτύοις μόλιβδον ἡψιδωμένον,
κύρτους τε φελλοῖς τοὺς ἐπεσφραγισμένους, καὶ πῖλον ἀμφίκρηνον ὑδασιστεγῆ,
λίθον τε ναύταις ἑσπέρης πυρσητόκον,
ἁλὸς τύραννε, σοί, Πόσειδον, Ἀρχικλῆς
ἔθηκε, λήξας τῆς ἐπ᾽ ᾐόνων ἄλης. [p. 348]