paulus silentiarius
Ἄνδροκλος, ὤπολλον, τόδε σοὶ κέρας, ᾧ ἐπὶ πουλὺν
θῆρα βαλὼν, ἄγρας εὔσκοπον εἶχε τύχην.
οὔποτε γὰρ πλαγκτὸς γυρᾶς ἐξᾶλτο κεραίας
ἰὸς ἐπ᾽ ἠλεμάτῳ χειρὸς ἑκηβολίᾳ:
ὁσσάκι γὰρ τόξοιο παναγρέτις ἴαχε νευρά,
τοσσάκις ἦν ἀγρεὺς ἠέρος ἢ ξυλόχου.
ἀνθ᾽ ὧν σοὶ τόδε, Φοῖβε, τὸ Λύκτιον ὅπλον ἀγινεῖ,
χρυσείαις πλέξας μείλιον ἀμφιδέαις.