paulus silentiarius
τὸν τροχόεντα μόλιβδον, ὃς ἀτραπὸν οἶδε χαράσσειν
ὀρθὰ παραξύων ἰθυτενῆ κανόνα,
καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸν
ἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα,
καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα
θήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης,
καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην,
σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος,
καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάντα
εὐγραφέος τέχνης ὄργανα ῥυομένην,
Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳ
χεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων. [p. 334]