agathias scholasticus
χαλκὸν ἀροτρητήν, κλασιβώλακα, νειοτομῆα,
καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην,
καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντά τε γόμφον
Δηοῖ Καλλιμένης ἄνθετο γειοπόνος,
τμήξας εὐαρότου ῥάχιν ὀργάδος: εἰ δ᾽ ἐπινεύσεις
τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.