macedonius ii
τὼ βόε μοι: σῖτον δὲ τετεύχατον ἵλαθι, Δηοῖ,
δέχνυσο δ᾽ ἐκ μάζης, οὐκ ἀπὸ βουκολίων
δὸς δὲ βόε ζώειν ἐτύμω, καὶ πλῆσον ἀρούρας
δράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν.
σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδη
ὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας,
οὐδέποτ᾽ ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶς
τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης. [p. 320]