antipater
Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν,
τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα.
καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας,
λοξά τε Μαιάνδρου ῥεῖθρα παλιμπλανέος:
ξανθὰ δ᾽ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον,
πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι:
τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστον
τοῦτον ἐπὶ σπιθαμῇ Βίττιον ἠνύσατο,