leonidas
τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆς
καὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο:
θάτερα δ᾽ Ἀντιάνειρα προσήρμοσε: τὸν δὲ μεταξὺ
Μαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη.
κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμα
πρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν.