previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


antipater

ἐκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ
ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους,
θηλυχίτων, ἀσκητὸς ἐϋσπείροισι κορύμβοις,
ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων,
ἴθρις ἀνήρ, κοιλῶπιν ὀρειάδα δύσατο πέτραν,
Ζανὸς ἐλαστρησθεὶς γυιοπαγεῖ νιφάδι.
τὸν δὲ μέτ᾽ ἀρρίγητος ἐπείσθορε ταυροφόνος θήρ,
εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος:
ἀθρήσας δ᾽ εἰς φῶτα, καὶ εὐτρήτοισιν ἀυτμὰν
μυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος,
ἔστα μὲν βριαροῖσιν ἐπ᾽ ἴχνεσιν ὄμμα δ᾽ ἑλίξας
βρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων.
ἀμφὶ δ᾽ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον,
ἄχει δ᾽ ὑλάεις ἀγχινεφὴς σκόπελος.
αὐτὰρ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπαντα
ἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενον [p. 414]
ἀλλ᾽ ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰν
ἧκεν, ἐδίνησεν δ᾽ εὐστροφάλιγγα κόμαν
χειρὶ δ᾽ ἀνασχόμενος μέγα τύμπανον, ἐπλατάγησεν,
δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδος
τὸ ζωᾶς ἐπαρωγὸν ἀήθεα γὰρ τότε βύρσης
ταυρείου κενεὸν δοῦπον ἔδεισε λέων,
ἐκ δὲ φυγὼν ὤρουσεν. ἴδ᾽ ὡς ἐδίδαξεν ἀνάγκα
πάνσοφος ἐξευρεῖν ἔκλυσιν Ἀίδεω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: