archias
Τρίζυγες, οὑρεσιοικε, κασίγνητοι τάδε τέχνας
ἄλλος ἀπ᾽ ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν, [p. 392]
καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶν
Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν
τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ᾽ ἠερίῃσιν ἐν ἄγραις
αἰέν, ὁ δ᾽ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.