antipater
Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ
τεῦξαι λεπταλέον στάμον᾽ ἐπιστάμεναι,
Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲ
ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν
κερκίδα δ᾽ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις,
Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους:
ζώειν γὰρ δίχα παντὸς ὀνείδεος ἤθελ᾽ ἑκάστα,
ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον.