leonidas
Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ
πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων
Πανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός,
κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος: [p. 378]
νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης,
φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων.
ἀνθ᾽ ὧν εὔυδρον, Νύμφαι, τόδε δῶμα γέροντος
αὔξετε, Πὰν γλαγερόν, Βάκχε πολυστάφυλον