philippus
στάθμην ἰθυτενῆ μολιβαχθέα, δουριτυπῆ
σφῦραν, καὶ γυρὰς ἀμφιδέτους ἀρίδας,
καὶ στιβαρὸν πέλεκυν στελεχητόμον, ἰθύδρομόν τε
πρίονα, μιλτείῳ στάγματι πειθόμενον,
τρύπανά θ᾽ ἑλκεσίχειρα, τέρετρά τε, μιλτοφυρῆ ρε
σχοῖνον, ὑπ᾽ ἀκρονύχῳ ψαλλομένην κανόνι, .
σοί, κούρη γλαυκῶπι, Λεόντιχος ὤπασε δῶρον,
ἄνθος ἐπεὶ γυίων πᾶν ἀπέδυσε χρόνος.