agathias scholasticus
ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόνον; ἦ ῥα καὶ αὐτὴ
κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ
φροντίδος οὔτε λόγος γίνεται οὔτε ἀριθμός;
εὑρήσεις τὰ ὅμοια, τεὴν δ᾽, ἀμέγαρτε, παρειὴν
ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος: ἓν δέ τι καλὸν
ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.