paulus silentiarius
Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ
κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη:;:
τολμήσας δ᾽ ἐπέβην λεχέων ὕπερ. ὡς δὲ κελεύθου
ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως,
ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖς
κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην
μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος.
ἡ δ᾽ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε:
σχέτλιε, νῦν μὲν ἔρεξας ὅ τοι φίλον, ᾧ ἔπι πουλὺν
πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην
οἰχόμενος δ᾽ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις:
ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.