agathias scholasticus
α. τί στενάχεις; β. φιλέω. α. τίνα; β. παρθένον. α. ἦ ῥά γε καλήν;
β. καλὴν ἡμετέροις ὄμμασι φαινομένην.
α. ποῦ δέ μιν εἰσενόησας; β. ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν
ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.
α. ἐλπίζεις δὲ τυχεῖν; β. ναὶ, ναί, φίλος: ἀμφαδίην δὲ
οὐ ζητῶ φιλίην, ἀλλ᾽ ὑποκλεπτομένην.
α. τὸν νόμιμον μᾶλλον φεύγεις γάμον. β. ἀτρεκὲς ἔγνων,
ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.
α. ἔγνως; οὐ φιλέεις, ἐψεύσαο: πῶς δύναται γὰρ
ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;