macedonius ii
Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα
ἥσυχά μοι νεύεις: πάντα μάτην ἐρέθεις.
ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,
μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.
παῖζε μόνη τὸ φίλημα. μάτην πόππυζε σεαυτῇ
χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις.
αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι: εἰσὶ γὰρ ἄλλαι
κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.