meleager
αἰεί μοι δινεῖ μὲν ἐν οὔασιν ἦχος Ἔρωτος,
ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει:
οὐδ᾽ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλ᾽ ὑπὸ φίλτρων
ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.
ὦ πτανοί, μὴ καὶ ποτ᾽ ἐφίπτασθαι μέν, Ἔρωτες,
οἴδατ᾽, ἀποπτῆναι δ᾽ οὐδ᾽ ὅσον ἰσχύετε; [p. 234]