meleager
αἱ τρισσαὶ Χάριτες τρισσὸν στεφάνωμα συνείραν
Ζηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας:
ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δ᾽ ἐπὶ μορφᾶς
ἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.
Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν,
καὶ Πειθὼ μύθους, καὶ γλυκὺ κάλλος Ἔρως.