meleager
ἔγνων, οὒ μ᾽ ἔλαθες: τί θεούς; οὐ γάρ με λέληθας:
ἔγνων μηκέτι νῦν ὄμνυε: πάντ᾽ ἔμαθον.
ταῦτ᾽ ἦν, ταῦτ᾽, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς;
ὦ τόλμης καὶ νῦν, νῦν ἔτι φησί, ‘ μόνη. ’
οὐχ ὁ περίβλεπτός σε Κλέων; κἂν μὴ ... τί δ᾽ ἀπειλῶ;
ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος.
καίτοι σοι δώσω τερπνὴν χάριν οἶδ᾽ ὅτι βούλει
κεῖνον ὁρᾶν αὐτοῦ δέσμιος ὧδε μένε.