posidippus
τέσσαρες οἱ πίνοντες: ἐρωμένη ἔρχεθ᾽ ἑκάστῳ:
ὀκτὼ γινσμένοις ἓν Χίον οὐχ ἱκανόν.
παιδάριον, βαδίσας πρὸς Ἀρίστιον, εἰπὲ τὸ πρῶτον
ἡμιδεὲς πέμψαι: χοῦς γὰρ ἄπεισι δύο
ἀσφαλέως: οἶμαι δ᾽ ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε:
ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.