meleager
ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας,
καὶ † σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ,
ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καὶ τὸ φίλημα
μνημόσυνον ψυχρᾷ θάλπετ᾽ ἐν εἰκασίᾳ;
ἆρά γ᾽ ἔχει σύγκοιτα τὰ δάκρυα, κἀμὸν ὄνειρον
ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;
ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε,
ταῦτ᾽ ἐσίδῃς, εἴης δ᾽ ἧς παρέδωκα φύλαξ.