anonymi epigrammatici
ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ ι πίνακος Εὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι τῇ μητρί, καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον ὅπερ ἦν αὐτοῖς τοὖ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου θάνατον παρ᾽ Εὐρυδίκῃ τιμωρίας.φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε: ματέρα γάρ σου
ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν:
ἃ: τὸν ἀπ᾽ Εὐρυδίκας ἔτλη χόλον, ἦμος † ἀφοῦθαρ
ὕδρος ὁ γαγενέτας ὤλεσεν Ἀρχέμορον.
στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος Εὔνοε † κούραν
γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην,