claudianus
εἰς τὸν σωτῆραπυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων,
ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην,
χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή,
πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή,
ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον
καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων
στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν,
ὄργια δ᾽ εἰδώλων κενεῶν ψευδώνυμα λύσας,
αἰθέρος ἀμφιβέβηκας ἐφ᾽ ἑπτάζωνον ὀχῆα,
ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων
ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα,
φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων. [p. 16]