previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


anonymi epigrammatici
εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου
Εὐδοκίη μὲν ἄνασσα Θεὸν σπεύδουσα γεραίρειν,
πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου
ἀλλ᾽ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον οὔ τινι φειδοῖ,
οὐ κτεάτων χατέουσατίνος βασίλεια χατίζει; —
ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην
καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.
ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,
τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,
ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης:
ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,
κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων
πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,
ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.
τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς
εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,
εὐσεβίης ἀλέγουσα; μόνη δ᾽ ἱδρῶτι δικαίῳ
ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.
καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν
πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος. [p. 8]
πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας
φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπ᾽ ἔργοις,
ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι
νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης
εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;
ποῖος δ᾽ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν
εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες
σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.
ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται: οὐ γὰρ ἀέθλους
λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.
ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει
οὐδ᾽ αὐτὴ δεδάηκας: ἀμετρήτους γάρ, ὀίω,
μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,
οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.
ἴχνεσι δ᾽ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων
πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,
εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.
τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,
ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,
προφρονέως ἐρύεσθε σὺν υἱέι, τοῖό τε κούραις:
μίμνοι δ᾽ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,
εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.


ἐν τῇ εἰσόδῳ τοῦ αὐτοῦ ναοῦ ἔξω τοῦ νάρθηκος πρὸς τὴν ἁψῖδα
ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,
μετὰ Κωνσταντῖνον ἑῆς κοσμήτορα Ῥώμης,
καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα,
καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,
ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον
εἰν ὀλίγοις ἔτεσιν; χρόνον ἥδ᾽ ἐβιήσατο μούνη, [p. 10]
καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,
νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν
οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην
οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,
νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων
οἷος δ᾽ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,
ἀρρήτως Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς,
τῇ καὶ τῇ πλευρῇσι: μέσης δ᾽ ἑκάτερθε πορείης
κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες
χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης.
κόλποι δ᾽ ἀμφοτέρωθεν ἐπ᾽ ἀψίδεσσι χυθέντες
φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης:
τοῖχοι δ᾽ ἀντιπέρηθεν ἀμετμήτοισι κελεύθοις
θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,
οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης
ἀλγλαΐην ἔκλεπτε, Θεοῦ δ᾽ ἐφύλασσε μελάθροις,
δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃ
ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.
τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας
ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,
τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,
οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπ᾽ ἄλλῳ,
ἔνθ᾽ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς
ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,
πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσην,
καὶ Τριάδος φάος εὗρεν ἐν ὕδασι γυῖα καθήρας.
τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,
ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων,
καὶ σφετέρου βιότοιο, καὶ ἐσσομένων καὶ ἐόντων. [p. 12]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: