Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
γράφω μέντοι ὧν μοι
ἐφικέσθαι οὐ δυνατὸν γέγονεν. ἦν τοίνυν ὁ βασιλεὺς
οὗτος εἴρων, δολερὸς, κατάπλαστος, σκότιος ὀργὴν,
διπλοῦς, ἄνθρωπος δεινὸς, ὑποκρίνασθαι γνώμην τελεώτατος,
καὶ δάκρυα οὐχ ὑφ̓ ἡδονῆς τινος ἢ πάθους
ἐκφέρων, ἀλλὰ τεχνάζων ἐπὶ καιροῦ κατὰ τὸ τῆς χρείας
παρὸν, ψευδόμενος ἐς ἀεὶ, οὐκ εἰκῆ μέντοι, ἀλλὰ καὶ
γράμματα καὶ ὅρκους δεινοτάτους ἐπὶ τοῖς ξυγκειμένοις
πεποιημένος, καὶ ταῦτα πρὸς τοὺς κατηκόους τοὺς αὑτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.