Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ὁσάκις τε ἡ χεὶρ αὐτοῖς σείοιτο ἀναβοῶσιν ἐν
τοῖς θεάτροις τε καὶ ἱπποδρομίοις, ἢ ἐγκελευομένοις,
ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο τὸ μέρος ἀτεχνῶς
ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ
αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν εἴη ἂν, ὥστε
δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι,
οὐκ ἐννοοῦσιν ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος
ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος
ἐξίτηλον διελεγχθείη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.