Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἡ δὲ γλιχομένη
μὲν κύριον τὸν θυγατριδοῦν τοῦ Βελισαρίου
καταστήσεσθαι πλούτου, ᾔδει γὰρ ἐπίκληρον ἐσομένην
τὴν παῖδα, οὐκ ὄντος Βελισαρίῳ ἑτέρου του γόνου,
ἐπὶ μέντοι τῇ Ἀντωνίνης γνώμῃ θαρσεῖν οὐδαμῆ ἔχουσα,
δειμαίνουσά τε μὴ μετὰ τὴν τοῦ βίου καταστροφὴν οὐ
φανεῖσα πιστὴ ἐς τὸν αὐτῆς οἶκον, καίπερ αὐτῆς οὕτω
φιλανθρώπου ἐν τοῖς ἀναγκαιοτάτοις τυχοῦσα, διασπάσηται
τὰ ξυγκείμενα, ἐργάζεται ἀνόσιον ἔργον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.