Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας
ἐρῶν ἔρχομαι. οἱ βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς
ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες
ἢ ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς
καταλόγοις ἀρχὴν ἔσχατοι, προϊόντος δὲ τοῦ χρόνου
ἀναβαίνοντες ἀεὶ ἐς τῶν ἀπογινομένων ἢ ὑπεξιόντων
[p. 152]
τὴν χώραν τάξεως ἕκαστοι τῆς κατ̓ αὐτοὺς ἐς τόδε
χωροῦσιν, ἕως ἄν τις βαθμοῦ ἐπιβεβηκὼς τοῦ πρώτου
ἤδη ἐς τὸ τῆς τιμῆς ἀφίκηται πέρας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.