Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ὅσπερ αὐτοῖν διεπράξατο κατὰ νοῦν ἅπαντα. τούς τε
γὰρ στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας
οὔτε αἰσχυνθεὶς οὔτε δείσας πώποτε ὤφθη, ἀλλὰ καὶ
ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προὔθηκεν,
ἀτιμοτέρας τε αὐτὰς καταστησάμενος ἀπεδίδοτο τοῖς
ταύτην δὴ οὐκ ἀποκνοῦσι τὴν ἀνοσίαν ἐμπορίαν ἐργάζεσθαι,
ἐφιεὶς διαρρήδην τοῖς τὰς ἀρχὰς ὠνησαμένοις
ταῖς τῶν ἀρχομένων ψυχαῖς τε καὶ οὐσίαις ᾗ
βούλοιντο χρήσασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.