next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅσα μὲν οὖν Ῥωμαίων τῷ γένει ἐν τοῖς πολέμοις ἄχρι δεῦρο ξυνηνέχθη γενέσθαι, τῇδέ μοι δεδιήγηται, ᾗπερ δυνατὸν ἐγεγόνει τῶν πράξεων τὰς δηλώσεις ἁπάσας ἐπὶ καιρῶν τε καὶ χωρίων τῶν ἐπιτηδείων ἁρμοσαμένῳ: τὰ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται, ἐπεὶ ἐνταῦθα γεγράψεται πάντα, ὁπόσα δὴ τετύχηκε γενέσθαι πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς. [2] αἴτιον δὲ, ὅτι δὴ οὐχ οἷόν τε ἦν περιόντων ἔτι τῶν αὐτὰ εἰργασμένων ὅτῳ δεῖ ἀναγράφεσθαι τρόπῳ. οὔτε γὰρ διαλαθεῖν πλήθη κατασκόπων οἷόν τε ἦν οὔτε φωραθέντα μὴ ἀπολωλέναι θανάτῳ οἰκτίστῳ: οὐδὲ γὰρ ἐπὶ τῶν συγγενῶν τοῖς γε οἰκειοτάτοις τὸ θαρρεῖν εἶχον. [3] ἀλλὰ καὶ πολλῶν τῶν ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρημένων ἀποκρύψασθαι τὰς αἰτίας ἠναγκάσθην. τὰ τό τε δ̓ οὖν τέως ἄρρητα μείναντα καὶ τῶν ἔμπροσθεν δεδηλωμένων ἐνταῦθά μοι τοῦ λόγου τὰς αἰτίας σημῆναι δεήσει. [4] Ἀλλά μοι ἐς ἀγώνισιν ἑτέραν ἰόντι χαλεπήν τινα καὶ δεινῶς ἄμαχον τῶν Ἰουστινιανῷ τε καὶ Θεοδώρᾳ βεβιωμένων βαμβαίνειν τε καὶ ἀναποδίζειν ἐπὶ πλεῖστον [p. 5] ἐκεῖνο διαριθμουμένῳ ξυμβαίνει, ὅτι δή μοι ταῦτα ἐν τῷ παρόντι γεγράψεται τὰ μήτε πιστὰ μήτε εἰκότα φανησόμενα τοῖς ὄπισθεν γενησομένοις, ἄλλως τε ὁπηνίκα ἐπὶ μέγα ῥεύσας χρόνος παλαιοτέραν τὴν ἀκοὴν ἀπεργάζεται, δέδοικα μὴ καὶ μυθολογίας ἀποίσομαι δόξαν κἀν τοῖς τραγῳδοδιδασκάλοις τετάξομαι. [5] ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων οὐκ ἀποδειλιάσω τὸν ὄγκον τοῦ ἔργου, ὥς μοι οὐκ ἀμαρτύρητος λόγος ἐστίν. οἱ γὰρ νῦν ἄνθρωποι δαημονέστατοι μάρτυρες τῶν πράξεων ὄντες ἀξιόχρεῳ παραπομποὶ ἐς τὸν ἔπειτα χρόνον τῆς ὑπὲρ αὐτῶν πίστεως ἔσονται. [6] Καίτοι με καὶ ἄλλο τι ἐς λόγον τόνδε ὀργῶντα πολλάκις ἐπὶ πλεῖστον ἀνεχαίτισε χρόνον. ἐδόξαζον γὰρ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις ἀξύμφορον ἔσεσθαι τοῦτό γε, ἐπεὶ τῶν ἔργων τὰ πονηρότατα μάλιστα ξυνοίσει ἄγνωστα χρόνῳ τῷ ὑστέρῳ εἶναι, τοῖς τυράννοις ἐς ἀκοὴν ἥκοντα ζηλωτὰ γίνεσθαι. [7] τῶν γὰρ κρατούντων ἀεὶ τοῖς πλείστοις εὔπορος ὑπὸ ἀμαθίας ἐς τῶν προγεγενημένων τὰ κακὰ μίμησις, καὶ πρὸς τὰ ἡμαρτημένα τοῖς παλαιοτέροις ῥᾷόν τε καὶ ἀπονώτερον ἐς ἀεὶ τρέπονται. [8] ἀλλά με ὕστερον ἐς τῶνδε τῶν ἔργων τὴν ἱστορίαν τοῦτο ἤνεγκεν, ὅτι δὴ τοῖς ἐς τὸ ἔπειτα τυραννήσουσιν ἔνδηλον ἔσται ὡς μάλιστα μὲν καὶ τὴν τίσιν αὐτοὺς τῶν ἁμαρτανομένων περιελθεῖν οὐκ ἀπεικὸς εἴη, ὅπερ καὶ τοῖσδε τοῖς ἀνθρώποις ξυνηνέχθη παθεῖν: ἔπειτα δὲ καὶ ἀνάγραπτοι αὐτῶν αἱ πράξεις καὶ οἱ τρόποι ἐς ἀεὶ ἔσονται, ἀπ̓ αὐτοῦ τε ἴσως ὀκνηρότερον παρανομήσουσι. [9] τίς γὰρ ἂν τὸν [p. 6] Σεμιράμιδος ἀκόλαστον βίον τὴν Σαρδαναπάλου καὶ Νέρωνος μανίαν τῶν ἐπιγενομένων ἀνθρώπων ἔγνω, εἰ μὴ τοῖς τότε γεγραφόσι τὰ μνημεῖα ταῦτα ἐλέλειπτο; ἄλλως τε καὶ τοῖς τὰ ὅμοια πεισομένοις, ἂν οὕτω τύχοι, πρὸς τῶν τυράννων οὐκ ἀκερδὴς αὕτη παντάπασιν ἀκοὴ ἔσται. [10] παραμυθεῖσθαι γὰρ οἱ δυστὺχοῦντες εἰώθασι τῷ μὴ μόνοις σφίσι τὰ δεινὰ ξυμπεσεῖν. διά τοι ταῦτα πρῶτα μὲν ὅσα Βελισαρίῳ μοχθηρὰ εἴργασται ἐρῶν ἔρχομαι: ὕστερον δὲ καὶ ὅσα Ἰουστινιανῷ καὶ Θεοδώρᾳ μοχθηρὰ εἴργασται ἐγὼ δηλώσω. [11] Ἦν τῷ Βελισαρίῳ γυνή, ἧς δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, πάππου μὲν καὶ πατρὸς ἡνιόχων, ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ τὸ ἔργον τοῦτο ἐνδειξαμένων, μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων. [12] αὕτη τὰ πρότερα μάχλον τινὰ βιώσασα βίον καὶ τὸν τρόπον ἐξερρωγυῖα, φαρμακεῦσί τε πατρῴοις πολλὰ ὡμιληκυῖα, καὶ τὴν μάθησιν τῶν οἱ ἀναγκαίων [p. 7] ποιησαμένη, ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονε, [13] μήτηρ ἤδη παίδων γενομένη πολλῶν. εὐθὺς μὲν οὖν ἠξίου μοιχεύτρια τὸ ἐξ ἀρχῆς εἶναι, ξυγκαλύπτειν μέντοι τοὔργον τοῦτο ἐν σπουδῇ εἶχεν, οὐ καταδυομένη τοῖς οἰκείοις ἐπιτηδεύμασιν, οὐδέ τι πρὸς τοῦ ξυνοικοῦντος δειμαίνουσα δέος ῾οὔτε γὰρ αἰδῶ τινα ἔργου ὁτουοῦν ἔλαβε πώποτε καὶ τὸν ἄνδρα μαγγανείαις πολλαῖς κατείληφεν̓, ἀλλὰ τὴν ἐκ τῆς βασιλίδος ὑποπτεύουσα τίσιν. λίαν γὰρ ἐς αὐτὴν Θεοδώρα ἠγριαίνετό τε καὶ ἐσεσήρει. [14] ἐπεὶ δὲ αὐτὴν ἐν τοῖς ἀναγκαιοτάτοις ὑπουργήσασα χειροήθη πεποίηται, πρῶτα μὲν Σιλβέριον διαχρησαμένη τρόπῳ ᾧπερ ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται, ὕστερον δὲ Ἰωάννην κατεργασαμένη τὸν Καππαδόκην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐνταῦθα δὴ ἀδεέστερόν τε καὶ οὐκέτι ἀποκρυπτομένη ἅπαντα ἐξαμαρτάνειν οὐδαμῆ ἀπηξίου. [15] Ἦν δέ τις νεανίας ἐκ Θρᾴκης ἐν τῇ Βελισαρίου [p. 8] οἰκίᾳ, Θεοδόσιος τοὔνομα, δόξης γεγονὼς ἐκ πατέρων Εὐνομιανῶν καλουμένων. [16] τοῦτον, ἡνίκα ἐς Λιβύην ἀποπλεῖν ἔμελλεν, ἔλουσε μὲν Βελισάριος τὸ θεῖον λουτρὸν καὶ χερσὶν ἀνελόμενος ἐνθένδε οἰκείαις εἰσποιητὸν ἐποιήσατο ξὺν τῇ γυναικὶ παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος, καὶ ἀπ̓ αὐτοῦ Ἀντωνίνα τὸν Θεοδόσιον ἅτε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε ὡς τὸ εἰκὸς κἀν τοῖς μάλιστα ἐπιμελομένη ἀμφ̓ αὑτὴν εἶχεν. [17] εὐθύς τε ἐρασθεῖσα αὐτοῦ ἐκτόπως ἐν τῷ διάπλῳ τούτῳ καὶ κατακορὴς γεγονυῖα τῷ πάθει ἀπεσείσατο μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων δέος τε καὶ αἰδῶ ξύμπασαν, ἐμίγνυτο δὲ αὐτῷ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν καὶ θεραπαινίδων παρόντων. [18] κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. καί ποτε Βελισάριος ἐπ̓ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι. [19] μὲν γὰρ ἄμφω [p. 9] ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει, δὲ οὔτε ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ, ‘Ἐνταῦθα’, ἔφη, ‘τῶν λαφύρων τὰ τιμιώτατα σὺν τῷ νεανίᾳ κρύψουσα ἦλθον, ὡς μὴ ἐς βασιλέα ἔκπυστα γένηται’. [20] μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν, δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε, καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς ἀναξυρίδας ξυνδέοντα, ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι. [21] τῆς δὲ μαχλοσύνης ἀεὶ προϊούσης ἐς κακὸν ἄφατον οἱ μὲν ἄλλοι θεώμενοι τὰ πραττόμενα ἐν σιωπῇ εἶχον, δούλη δέ τις Μακεδονία ὄνομα ἐν Συρακούσαις, ἡνίκα Σικελίας ἐκράτησε Βελισάριος, ὅρκοις δεινοτάτοις τὸν δεσπότην καταλαβοῦσα, μή ποτε αὐτὴν τῇ κεκτημένῃ καταπροήσεσθαι, τὸν πάντα αὐτῷ λόγον ἐξήνεγκε, δύο παιδάρια πρὸς μαρτυρίαν παρασχομένη, οἷς δὴ τὰ ἀμφὶ τὸν κοιτῶνα ὑπηρετεῖν ἐπιμελὲς ἦν. [22] ταῦτα μαθὼν Βελισάριος τῶν οἱ ἑπομένων τινὰς τὸν Θεοδόσιον ἐκέλευσε διαχειρίσασθαι. [23] δὲ προμαθὼν εἰς Ἔφεσον φεύγει. τῶν γὰρ ἑπομένων οἱ πλεῖστοι τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι ἀρέσκειν τὴν γυναῖκα μᾶλλον ἐν σπουδῇ εἶχον τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν, οἵ γε καὶ τὰ σφίσιν ἐπικείμενα τότε ἀμφ̓ αὐτῷ προὔδοσαν. [24] Κωνσταντῖνος δὲ Βελισάριον ὁρῶν περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι, τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο [p. 10] ἐπεῖπεν ὡςἜγωγε θᾶσσον ἂν τὴν γυναῖκα τὸν νεανίαν κατειργασάμην’. [25] ὅπερ Ἀντωνίνα μαθοῦσα, κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν, ὅπως ἔγκοτα ἐνδείξηται [26] τὸ εἰς αὐτὸν ἔχθος. ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή. οὐ πολλῷ δὲ ὕστερον μαγγανεύσασα θωπεύσασα πείθει τὸν ἄνδρα ὡς οὐχ ὑγιὲς τὸ κατηγόρημα τὸ ταύτης γένοιτο: καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ μετεπέμψατο, Μακεδονίαν δὲ καὶ τὰ παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη. [27] οὓς δὴ ἅπαντας πρῶτα τὰς γλώττας, ὥσπερ λέγουσιν, ἀποτεμοῦσα, εἶτα κατὰ βραχὺ κρεουργήσασα καὶ θυλακίοις ἐμβεβλημένη ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ ἔρριψε, τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος, δὴ καὶ τὸ ἐς Σιλβέριον εἴργασται μίασμα. [28] καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. [29] μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι, οὐ πρότερον ἀνῆκεν Ἀντωνίνα, ἕως αὐτὸν τοῦ λόγου [30] ἐτίσατο, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην. καὶ ἀπ̓ αὐτοῦ ἔχθος μέγα περιεβάλλετο Βελισάριος ἔκ τε βασιλέως καὶ τῶν ἐν Ῥωμαίοις λογίμων ἁπάντων. [31] Ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. Θεοδόσιος δὲ οὐκ [p. 11] ἔφη ἐς Ἰταλίαν ἀφίξεσθαι οἷός τε εἶναι, ἵνα δὴ τότε διατριβὴν εἶχον Βελισάριός τε καὶ Ἀντωνίνα, ἢν μὴ Φώτιος ἐκποδὼν γένηται. [32] γὰρ Φώτιος πρόχειρος μὲν φύσει ἐς τὸ δάκνεσθαι ἦν, ἤν τις αὐτοῦ παῤ ὁτῳοῦν αὐτῆ δύνηται μᾶλλον, ἐν μέντοι τοῖς ἀμφὶ Θεοδοσίῳ καὶ δικαίως ἀποπνίγεσθαί οἱ ξυνέβαινεν, ὅτι δὴ αὐτὸς μὲν καίπερ υἱὸς ὢν ἐν οὐδενὶ ἐγίγνετο λόγῳ, δὲ δυνάμει τε πολλῇ ἐχρῆτο καὶ χρήματα μεγάλα περιεβάλλετο. [33] λέγουσι γὰρ αὐτὸν ἐκ Καρχηδόνος τε καὶ Ῥαβέννης ἐς ἑκατὸν κεντηνάρια ἐξ ἀμφοῖν Παλατίοιν συλήσαντα ἔχειν, ἐπεὶ καὶ μόνῳ κατ̓ ἐξουσίαν διαχειρίσαι ταῦτα ξυνέβη. [34] δὲ Ἀντωνίνα ἐπεὶ τὴν Θεοδοσίου γνώμην ἔμαθεν, οὐ πρότερον ἀνῆκεν ἐνεδρεύουσά τε τὸν παῖδα καὶ φονίοις τισὶν ἐπιβουλαῖς αὐτὸν μετιοῦσα, ἕως καταπράξασθαι ἴσχυσεν αὐτὸν μὲν ἐνθένδε ἀπαλλαγέντα ἐς Βυζάντιον ὁδῷ ἰέναι, οὐκέτι φέρειν τὰς ἐνέδρας οἷόν τε ὄντα, τὸν δὲ Θεοδόσιον ἐς τὴν Ἰταλίαν παῤ αὐτὴν ἥκειν. [35] οὗ δὴ κατακόρως τῆς τε τοῦ ἐρωμένου διατριβῆς καὶ τῆς τοῦ ἀνδρὸς εὐηθείας ἀποναμένη χρόνῳ ὕστερον ξὺν ἀμφοῖν ἐς Βυζάντιον ἧκεν. [36] ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν. λήσειν γὰρ ἐς τὸ παντελὲς οὐδαμῆ ᾤετο, ἐπεὶ τὴν γυναῖκα ἑώρα οὐκέτι τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε [p. 12] οὖσαν, οὐδὲ κεκρυμμένως ἐξερρωγέναι, ἀλλὰ διαρρήδην μοιχαλίδα εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα ἀπαξιοῦσαν. [37] διὸ δὴ αὖθις ἐς τὴν Ἔφεσον ἀφικόμενος καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται ἐνέγραψεν εἰς τοὺς μοναχοὺς καλουμένους αὑτόν. [38] τότε δὴ κατ̓ ἄκρας ἐμάνη καὶ τὴν ἐσθῆτα ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον περιῄει συχνὰ κατὰ τὴν οἰκίαν κωκύουσα, ὀλολυγῇ τε κεχρημένη ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς, ὁποῖον αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν, ὡς εὔχαριν, ὡς εὐνοϊκὸν, ὡς δραστήριον. [39] τελευτῶσα δὲ καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν. ἔκλαε γοῦν ταλαίπωρος τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον. [40] ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον. [41] ἀλλὰ Θεοδόσιος ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι, ὡς ἀσφαλέστατα ἐμπεδώσειν ἰσχυρισάμενος τὸ τῶν μοναχῶν ἐπιτήδευμα. [42] ἦν δὲ ἄρα λόγος κατάπλαστος, ὅπως ἐπειδὰν τάχιστα Βελισάριος ἐκ Βυζαντίου ἀποδημοίη, αὐτὸς παρὰ τὴν Ἀντωνίναν ἀφίκηται λάθρα. ὅπερ οὖν καὶ ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: