previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[77] σφόδρα: φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται: δυνατὴ ἡμέρα ὀργῆς ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ταλαιπωρίας καὶ ἀφανις μοῦ, ἡμέρα σκότους καὶ γνόφον, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς: καὶ ἐκθλίψω τοὺς πονηρούς, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον: καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου: ἐν πυρὶ γὰρ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα γῆ, διότι συντέλειαν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. πρὸς τούτοις καὶ Δαυῖδ βασιλεὺς 1 καὶ προφήτης βοᾷ: Θεὸς ἐμφανῶς ἥξει, Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς [p. 132] σφοδρά: προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. καὶ αὖθις: 2 Ἀνάστα, φησίν, Θεός, κρῖνον τὴν γῆν, ὅτι ἐνθύμιον 3 ἀνθρώπου ἐξομολογήσεταί σοι: καὶ σὺ ἀποδώσεις 4 ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα τε ψαλμῳδὸς καὶ πάντες οἱ προφῆται τῷ θείῳ πνεύματι μυηθέντες περὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδόσεως ἐκήρυξαν: ὧν τοὺς λόγους καὶ Σωτὴρ ἀσφαλέστατα βεβαιώσας,

1 Ps 1. 3, 4

2 Ps. lxxxii. 8

3 Ps. lxxvi. 11

4 Ps. lxxii. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: