previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[65] ὧν ἥμαρτε κολασθῇ, δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος 1 γένηται: Ἀκούσονται γάρ, φησὶν Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς 2 ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ Παλαίος τῶν ἡμερῶν καὶ πάντων Δημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται 3 πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. 4 οὐδεὶς ἐκεῖ συνήγορος, πιθανότης ῥημάτων, ψευδὴς ἀπολογία, πλούτου δυναστεία, ἀξιωμάτων ὄγκος, δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν: ἀλλ̓ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ 5 λόγον καὶ διανόημα. καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς 6 τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῇ [p. 112] 7 ἁγίᾳ Τριάδι καθαρῶς παριστάμενοι: οἱ δὲ τὰ

1 John v. 25, 28

2 Dan. vii. 9

3 Rev. xx. 12

4 Greg. Naz. Orat. xv. p. 230

5 John v. 29

6 Mk. xii. 25

7 Mat. xxv. 30

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: