previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[62] 1 οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου, οὓς ἀνωτέρω εἴρηκα, ὅτι μαθητὰς καὶ ἀποστόλους Σωτὴρ ἡμῶν Χριστὸς ἐξελέξατο: καὶ παρέδωκαν ἡμῖν ἐγγράφως, μετὰ τὴν ἔνδοξον τοῦ Δεσπότου εἰς οὐρανοὺς ἄνοδον, τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας τάς τε διδασκαλίας αὐτοῦ καὶ τὰ θαύματα, κατὰ τὸ ἐγχωροῦν γραφῇ παραδοῦναι. οὕτω γὰρ πρὸς [p. 106] τῷ τέλει τοῦ λόγου ἐξαίρετος τῶν θείων ἐκείνων 2 εὐαγγελιστῶν εἴρηκεν: Ἔστι, φησί, καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ̓ ἓν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἐν τούτῳ οὖν τῷ θειοτάτῳ Εὐαγγελίῳ ἐμφέρεται τῆς τε σαρκώσεως, τῆς τε ἀναδείξεως, τῶν τε θαυμάτων, τῶν τε πραγμάτων αὐτοῦ ἱστορία Πνεύματι Θεοῦ γεγραμμένη, ἔπειτα καὶ περὶ τοῦ ἀχράντου πάθους οὗπερ ὑπέμεινε δἰ ἡμᾶς Κύριος, τῆς τε ἁγίας καὶ τριημέρου ἐγέρσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, πρὸς δὲ καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ δευτέρας παρουσίας. μέλλει 3 γὰρ πάλιν Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, μετὰ δόξης ἀρρήτου καὶ πλήθους τῆς οὐρανίου 4 στρατιᾶς, κρῖναι τὸ γένος ἡμῶν καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. τὸν γὰρ ἄνθρωπον 5 ἐξ ἀρχῆς Θεὸς ἐκ γῆς διαπλάσας, καθὰ δὴ καὶ προλαβὼν εἶπόν σοι, ἐνεφύσησεν εἰς αὐτὸν πνοήν, ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται:

1 Luko i. 2

2 John xxi. 25

3 Mat. xxv. 31 1 Thes. iv. 16

4 Rev. xx. 13

5 Gen. li. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: