previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[49] τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι: καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι: ἄλλοι 1 θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες: οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, [p. 86] οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν: ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ. καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις, 2 καὶ οὐκ ἦν συνιών, οὐκ ἦν ἐκζητῶν τὸν Θεόν. 3 Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων, ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν Δημιουργόν. Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν: ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν, οὔτε μὴν

1 Rom 1. 23

2 Ps. xiv. 3

3 Gen. xi. xxv.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: