Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
αὐτῶν ἐπὶ γῆς προσκύνησιν: ἐγὼ δέ, τοῖς
νοεροῖς ὄμμασι τὸ τίμιον αὐτῶν καὶ περικαλλὲς
κατανοήσας τῶν ψυχῶν, ἐνεδοξάσθην μὲν τῇ
τούτων προσψαύσει, παντὸς δὲ στεφάνου καὶ
πάσης βασιλικῆς ἀλουργίδος τιμιωτέρους αὐτοὺς
ἡγησάμην. οὕτως οὖν αὐτοὺς ᾔσχυνε, καὶ ἐδίδαξε
μὴ τοῖς φαινομένοις πλανᾶσθαι, ἀλλὰ τοῖς νοουμένοις
προσέχειν. κατ̓ ἐκεῖνον τοίνυν τὸν εὐσεβῆ
καὶ σοφὸν βασιλέα καὶ σὺ πεποίηκας, τῇ ἀγαθῇ
ἐλπίδι προσδεξάμενός με, ἧς οὐ ψευσθήσῃ, ὡς
ἔγωγε οἶμαι. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωασάφ.
Ταῦτα μὲν δὴ πάντα καλῶς εἶπας καὶ εὐαρμόστως:
ἀλλ̓ ἐκεῖνο θέλω μαθεῖν, τίς ἐστιν ὁ σὸς
Δεσπότης, ὃν κατ̓ ἀρχὰς τοῦ λόγου περὶ τοῦ
σπορέως ἐκείνου εἰρηκέναι ἔλεγες.
[p. 78]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.