previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[41] μὴ τῇ φαινομένῃ προσέσχες εὐτελείᾳ, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος. Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ̓ ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας, διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους: ἦν δὲ γινώσκων τούτους βασιλεὺς τῷ ὑπωπιασμῷ τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσεκύνησε, [p. 72] καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτῳ, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες: μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῷ βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῷ ἀδελφῷ καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῷ ἀπόκρισιν βασιλεύς, ἣν οὐ συνῆκεν ἀδελφὸς αὐτοῦ. Ἔθος γὰρ ἦν ἐκείνῳ τῷ βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο: καὶ τῇ φωνῇ τῆς σάλπιγγος ἐκείνης ᾔσθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν. ἑσπέρας οὖν καταλαβούσης,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: