previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31] Συχνῶς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως κατὰ θέαν τοῦ παιδὸς ἐρχομένου ῾ἀγάπῃ γὰρ ὑπερβαλλούσῃ ἐφίλει αὐτόν̓, ἐν μιᾷ λεγει αὐτῷ υἱός: Μαθεῖν τι ἐπεθύμησα παρὰ σοῦ, δέσποτα καὶ βασιλεῦ, ἐφ̓ λύπη διηνεκὴς καὶ μέριμνα ἀδιάπαυστος κατεσθίει μου τὴν ψυχήν. δὲ πατήρ, ἐξ αὐτῶν τῶν ῥημάτων ἀλγήσας τὰ σπλάγχνα, ἔφη: Λέγε μοι, τέκνον ποθεινότατον, τίς συνέχουσά σε λύπη, καὶ θᾶττον αὐτὴν εἰς χαρὰν μεταμεῖψαι σπουδάσω. καὶ φησὶν παῖς: Τίς τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως, ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με, ἀπρόϊτον πάντη καὶ ἀθέατον πᾶσί [p. 54] με καταστήσας; καὶ πατὴρ ἔφη: Οὐ βούλομαι, τέκνον, ἰδεῖν σέ τι τῶν ἀηδιζόντων τὴν καρδίαν σου καὶ ἐγκοπτόντων σοι τὴν εὐφροσύνην. ἐν τρυφῇ γὰρ διηνεκεῖ καὶ χαρᾷ πάσῃ καὶ θυμηδίᾳ ζῆσαί σε τὸν ἅπαντα διανοοῦμαι αἰῶνα. Ἀλλ̓ εὖ ἴσθι, δέσποτα, φησὶν υἱὸς τῷ πατρί, τῷ τρόπῳ τούτῳ οὐκ ἐν χαρᾷ καὶ θυμηδίᾳ ζῶ, ἐν θλίψει δὲ μᾶλλον καὶ στενοχωρίᾳ πολλῇ, ὡς καὶ αὐτὴν τὴν βρῶσίν τε καὶ πόσιν ἀηδῆ μοι καταφαίνεσθαι καὶ πικράν. ποθῶ γὰρ ὁρᾶν πάντα τὰ ἔξω τῶν πυλῶν τούτων. εἰ οὖν βούλει ἐν ὀδύνῃ μὴ ζῆν με, κέλευσον προέρχεσθαι καθὼς βούλομαι, καὶ τέρπεσθαι τὴν ψυχὴν τῇ θέᾳ τῶν γενομένων τέως ἀθεάτων μοι. Ἐλυπήθη βασιλεὺς ὡς ἤκουσε ταῦτα, καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: