previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[364] κηδεύσας ἀναχωρητὴς τὰ βασίλεια καταλαμβάνει Ἰνδῶν, καὶ τῷ βασιλεῖ Βαραχίᾳ προσελθὼν πάντα αὐτῷ δῆλα τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τοῦ μακαρίου τούτου τίθησιν Ἰωάσαφ. δέ, μηδὲν μελλήσας, ἀπέρχεται αὐτὸς μετὰ δυνάμεως ὄχλου, καὶ τῷ σπηλαίῳ ἐφίσταται, τὸ μνῆμά τε θεωρεῖ, καί, τούτῳ θερμότατα ἐπιδακρύσας, αἴρει τὸ κάλυμμα. καὶ ὁρᾷ τόν τε Βαρλαὰμ καὶ τὸν Ἰωάσαφ ἔχοντας τὰ μέλη κατὰ σχῆμα κείμενα, καὶ τὰ σώματα οὐδὲν τοῦ προτέρου χρωτὸς παραλλάττοντα, ὁλόκληρα δὲ καὶ ἀκριβῶς ὑγιῆ σὺν τοῖς ἐνδύμασι. ταῦτα τοίνυν τὰ ἱερὰ τῶν [p. 608] ἁγίων ψυχῶν σκηνώματα, πολλὴν ἐκπέμποντα τὴν εὐωδίαν καὶ οὐδὲν ὅλως ἀηδὲς ἐπιδεικνύμενα, θήκαις ἐνθεὶς βασιλεὺς τιμίαις, εἰς τὴν ἑαυτοῦ πατρίδα μετακομίζει. Ὡς δὲ εἰς τὰς ἀκοὰς ἔπιπτε τοῦ λαοῦ τὸ γεγονός, πλῆθος ἀριθμοῦ κρεῖττον ἐκ πάντων τε τῶν πόλεων καὶ τῶν περιχώρων εἰς προσκύνησιν καὶ θέαν συνέρρεον τῶν μακαρίων σωμάτων ἐκείνων. ἔνθεν τοι καὶ ὕμνους ἐπ̓ αὐτοῖς τοὺς ἱεροὺς ᾄσαντες, καὶ λαμπάδας φιλοτίμως ἀνάψαντες ῾ἀκολούθως, ἄν τις εἶπεν, ἐκεῖ καὶ λίαν οἰκείως τὰ φῶτα περὶ τοὺς τοῦ φωτὸς υἱούς τε καὶ κληρονόμους᾿, λαμπρῶς δὲ ὁμοῦ καὶ μεγαλοπρεπῶς ἐν τῇ ἐξ αὐτῶν κρηπίδων παρὰ τοῦ Ἰωάσαφ ἀνεγηγερμένῃ κατέθεντο ἐκκλησίᾳ. πολλὰ δὲ θαύματα καὶ ἰάσεις ἔν τε τῇ μετακομιδῇ, ἔν τε τῇ καταθέσει, καὶ ἐν τοῖς ἑξῆς χρόνοις διὰ τῶν ὁσίων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: