previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[362] μὲν πρότερον ψυχὰς ἀνθρώπων τοῦ ψυχοφθόρου δράκοντος ἀποσπάσας καὶ τῷ Θεῷ προσαγαγὼν σεσωσμένας, καὶ ἀποστολικῆς ἐν τούτῳ χάριτος ἀξιωθείς, μάρτυς δὲ τῇ προαιρέσει γενόμενος, καὶ [p. 604] παρρησίᾳ τὸν Χριστὸν ἐνώπιον βασιλέων ὁμολογήσας καὶ τυράννων, καὶ κήρυξ μεγαλοφωνότατος τῆς αὐτοῦ μεγαλειότητος ἀναφανείς, πολλὰ δ̓ αὖ πάλιν πνεύματα πονηρίας ἐν τῇ ἐρήμῳ καταπαλαίσας, καὶ πάντων τῇ τοῦ Χριστοῦ περιγενόμενος δυνάμει, καὶ τῆς ἄνωθεν πλουσίως μετασχὼν δωρεᾶς τε καὶ χάριτος, ἐντεῦθεν κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα πάσης περιγείου ἀχλύος εἶχεν, ὡς παρόντα δὲ τὰ μέλλοντα προεθεώρει, καὶ Χριστὸς ἦν αὐτῷ ἀντὶ πάντων, Χριστὸν ἐπόθει, Χριστὸν ὡς παρόντα ἑώρα, Χριστοῦ τὸ κάλλος διὰ παντὸς ἐνωπτρίζετο, 1 κατὰ τὸν Προφήτην τὸν λέγοντα: Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν 2 μοῦ ἐστιν ἵνα μὴ σαλευθῶ: καὶ αὖθις: Ἐκολλήθη ψυχή μου ὀπίσω σου: ἐμοῦ δὲ ἀντελάβετο δεξιά σου. ἐκολλήθη γὰρ ὄντως ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Χριστοῦ, συναρμοσθεῖσα αὐτῷ ἀρραγεῖ συναφείᾳ. οὐ μετετράπη τῆς θαυμαστῆς ταύτης ἐργασίας, οὐκ ἠλλοίωσε τὸν κανόνα τῆς ἀσκήσεως ἑαυτοῦ, ἀπ̓ ἀρχῆς μέχρι τέλους, ἴσην τηρήσας τὴν προθυμίαν ἐκ νεωτέρας μέχρι τῆς τοσαύτης ἡλικίας, μᾶλλον δὲ καὶ εἰς ὑψηλοτέραν ὁσημέραι προκόπτων τὴν ἀρετὴν καὶ καθαρωτέρας ἀξιούμενος θεωρίας. Ἀμέλει τοιαύτην πολιτευσάμενος πολιτείαν καὶ οὕτως ἀξίαν τῆς ἑαυτοῦ κλήσεως ἐργασίαν ἀποδεδωκὼς 3 τῷ καλέσαντι, σταυρώσας τὸν κόσμον

1 Ps. xni. 8

2 Ps. lxiii. 9

3 Gal. vi. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: