previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[360] [p. 600] καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταῦτα εὐξάμενος, πλησίον τοῦ μνήματος ἐκάθισε κλαίων. καὶ καθεζόμενος ὕπνωσε. καὶ 1 ὁρᾷ τοὺς φοβεροὺς ἄνδρας ἐκείνους, οὓς καὶ πρότερον ἑωράκει, ἐλθόντας πρὸς αὐτόν, καὶ ἀπαγαγόντας αὐτὸν εἰς τὴν μεγίστην καὶ θαυμαστὴν ἐκείνην πεδιάδα, καὶ πρὸς τὴν δεδοξασμένην καὶ ὑπέρλαμπρον εἰσαγαγόντες πόλιν. εἰσερχομένῳ δὲ αὐτῷ τὴν πύλην ἕτεροι ὑπήντουν πολλῷ κατηγλαϊσμένοι φωτί, στεφάνους ἔχοντες ἐν χερσὶν ἀρρήτῳ διαλάμποντας κάλλει καὶ οἵους ὀφθαλμοὶ οὐδέποτε βρότειοι ἐθεάσαντο. ἐρομένου δὲ τοῦ Ἰωάσαφ, Τίνος οἱ στέφανοι τῆς δόξης οἱ ὑπέρλαμπροι, οὓς ὁρῶ; Σὸς μὲν εἷς, ἔφησαν, 2 ὑπὲρ τῶν πολλῶν σοι ψυχῶν ὧν ἔσωσας κατασκευασθείς, κοσμηθεὶς δὲ νυνὶ πλέον ὑπὲρ τῆς ἀσκήσεως μετέρχῃ, εἴπερ ἀνδρείως ταύτην ἕως τέλους διέλθῃς: δὲ ἕτερος σὸς μὲν καὶ αὐτός: ἀλλὰ τῷ πατρί σου δεῖ σε τοῦτον παρασχεῖν, τῷ διὰ σοῦ τῆς ὁδοῦ ἐκκλίναντι τῆς πονηρᾶς καὶ μετανοήσαντι γνησίως τῷ Κυρίῳ. δὲ Ἰωάσαφ δυσχεραίνοντι ἐῴκει: καί, Πῶς δυνατόν, φησίν, ἴσων ἐμοῦ, τοῦ τοσαῦτα κοπιάσαντος, τυχεῖν τὸν πατέρα μου δωρεῶν ὑπὲρ μόνης τῆς μετανοίας; εἶπε ταῦτα, καὶ τὸν Βαρλαὰμ εὐθὺς ἐδόκει βλέπειν ὀνειδίζοντα οἱονεὶ καὶ λέγοντα: Οὗτοι οἱ λόγοι μου, Ἰωάσαφ, οὕς ποτέ σοι, 3 Ὅταν ὑπερπλουτήσῃς, ἔλεγον, οὐκ εὐμετάδοτος ἔσῃ: καὶ αὐτὸς ἠπόρεις ἐπὶ τῷ ῥήματι. νυνὶ δὲ πῶς ἐδυσχέρανας ἐπὶ τῇ ἰσοτιμίᾳ τοῦ πατρός σου, καὶ οὐ μᾶλλον εὐφράνθης τὴν ψυχὴν ὅτι

1 p. 280

2 Gp. Dan. xii. 3

3 p. 266

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: