previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[359] ἐν τῷ μνήματι κατέθετο τὸν πνευματικὸν πατέρα καλὸς υἱὸς καὶ τιμιώτατος. καὶ θερμότερον ἐκκαυθεὶς τὴν ψυχήν, εἰς ἐκτενεστέραν τε συντείνας εὐχὴν ἑαυτόν, ἔφη: 1 Κύριε, Θεός μου, εἰσάκουσον τῆς φωνῆς μου ἧς ἐκέκραξα: ἐλέησόν με καὶ εἰσάκουσόν μου, ὅτι σε ἐκ καρδίας μου ζητῶ. ἐξεζήτησέ σε ψυχή μου: μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ̓ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ: μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, Θεὸς Σωτήρ μου, ὅτι πατήρ μου καὶ μήτηρ μου ἐγκατέλιπόν με: σὺ δέ, Κύριε, προσλαβοῦ με. νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῷς με εἰς 2 ψυχὰς θλιβόντων με, ὅτι ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ: μὴ ἀποστῇς ἀπ̓ ἐμοῦ, ὅτι πλὴν σοῦ οὐκ ἔστιν βοηθῶν μοι. ἰδοὺ γὰρ εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου τὴν ἐλπίδα ἐθέμην τῆς ψυχῆς μου: κυβέρνησόν μου τὴν ζωήν, πᾶσαν τὴν κτῆσιν ἀρρήτῳ σοφίας προνοίᾳ κυβερνῶν, καὶ 3 γνώρισόν μοι ὁδὸν ἐν πορεύσομαι. καὶ σῶσόν με, ὡς ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος, εὐχαῖς καὶ πρεσβείαις τοῦ θεράποντός σου Βαρλαάμ, ὅτι σὺ εἶ Θεός μου, καὶ σὲ δοξάζω τὸν Πατέρα,

1 Ps. xxvii.7-11

2 Ps. xxii. 4

3 Ps. cxliii. 8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: