previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28] [p. 48] ἀϊδίου ζωῆς καὶ κρείττονος, ποθητὸς ἡμῖν μᾶλλον φοβερός ἐστιν οὗτος. Ἐφ̓ οἷς ἐξ ἀγχινοίας δῆθεν βασιλεὺς ἐπιλαβέσθαι τῶν μοναχῶν βουλόμενος, ἔφη: Τί δέ; οὐ πρὸ μικροῦ εἴπατε ὑποχωρεῖν ὑμᾶς, καθὰ δὴ καὶ προσέταξα; καί, εἰ οὐ δεδοίκατε τὸν θάνατον, πῶς φυγῇ ἐχρήσασθε; ἰδοὺ καὶ ταῦτα μάτην κομπάζοντες διεψεύσασθε. ἀπεκρίθησαν οἱ μοναχοί: Οὐ τὸν παρὰ σοῦ ἀπειλούμενον θάνατον δεδοικότες φεύγομεν, ἀλλ̓ ἐλεοῦντές σε, ἵνα μὴ περισσοτέρας κατακρίσεως αἴτιοί σοι γενώμεθα, προεθυμήθημεν ὑποχωρεῖν: ἐπεί, τό γε εἰς ἡμᾶς ἧκον, οὐδόλως σου τὰς ἀπειλάς ποτε δειλιῶμεν. πρὸς ταῦτα βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν αὐτοὺς πυρικαύστους γενέσθαι: καὶ ἐτελειώθησαν οἱ τοῦ Χριστοῦ θεράποντες διὰ πυρός, τῶν μαρτυρικῶν τυχόντες στεφάνων. δόγμα τε ἐξέθετο, εἴ πού τις εὑρεθῇ μονάζων, ἀνεξετάστως φονεύεσθαι. καὶ οὐδεὶς ὑπελείφθη ἐν ἐκείνῃ τῇ χώρᾳ τοῦ τοιούτου τάγματος, εἰ μὴ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἑαυτοὺς κατακρύψαντες. ταῦτα μὲν οὖν δὴ τοιαῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: