previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27] πνεύσας, ἔφη: Οὐκ ἠκούσατε, πλάνοι καὶ ἀπατεῶνες, τῶν κηρύκων διαρρήδην βοώντων μή τινα τῆς ὑμῶν κακοδαιμονίας μετὰ τρεῖς ἡμέρας ἐν πόλει χώρᾳ τῆς ἐμῆς εὑρεθῆναι ἐξουσίας, πάντως πυρίκαυστος ἔσται; οἱ δὲ μοναχοί: Ἰδοὺ ῾φασἲ καθὰ δὴ καὶ προσέταξας, ἐξερχόμεθά σου τῶν πόλεων καὶ τῶν χωρῶν: μακρᾶς δὲ ἡμῖν τῆς ὁδοῦ προκειμένης τοῦ ἀπελθεῖν πρὸς τοὺς ἡμετέρους ἀδελφούς, ἐνδεῶς ἔχοντες τροφῆς, ταύτην ἐποριζόμεθα, τοῦ ἔχειν τὰ ἐφόδια καὶ μὴ λιμοῦ παρανάλωμα γενέσθαι. δὲ βασιλεὺς ἔφη: θανάτου δεδοικὼς ἀπειλὴν οὐκ ἀσχολεῖται εἰς πορισμὸν βρωμάτων. λέγουσιν οἱ μονασταί: Καλῶς εἶπας, βασιλεῦ: οἱ θάνατον δεδοικότες διὰ φροντίδος ἔχουσι πῶς αὐτὸν ἐκφύγωσι. τίνες δέ εἰσιν οὗτοι, ἀλλ̓ οἱ τοῖς ῥευστοῖς προστετηκότες καὶ τούτοις ἐπτοημένοι, οἵτινες, μηδὲν ἀγαθὸν ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν 1 κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν παῤ ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆς

1 Mat. vii. 14; Luke xiii. 24

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: