previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[357] σου, καὶ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει 1 τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς θεσπέσιος βοᾷ Παῦλος: Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν: εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῷ 2 φωτὶ καταλαμπόμενοι τῷ ἀπροσίτῳ, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος. Τοιαῦτα μὲν Βαρλαὰμ ἕως ἑσπέρας καὶ παῤ ὅλην τὴν νύκτα τῷ Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένῳ καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῷ Θεῷ, ἔφη. Κύριε, Θεός μου, πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῇ ὀρθοδόξῳ σου ὁμολογίᾳ καὶ ἐν ὁδῷ τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με 3 εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῇς ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίᾳ. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί [p. 596] με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην: ῥῦσαι αὐτὸν ἀπὸ πάσης ματαιότητος καὶ ἐπηρείας

1 Mat. xx. 1-16 2 Tim. ii. 11

2 1 Tim. vi. 15

3 Luke xvi. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: