previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[355] καὶ τὴν καθαρότητα τοῦ νοὸς ὥσπερ τινὰ θησαυρὸν πολύτιμον ἄσυλον διατήρει, πρὸς ὑψηλοτέραν ἐργασίαν καὶ θεωρίαν ἐμβιβάζων ἑαυτὸν [p. 592] ἡμέραν καθ̓ ἡμέραν, ἵνα πληρωθῇ ἐπὶ σοὶ τοῖς 1 φίλοις αὐτοῦ Σωτὴρ ἐπηγγείλατο, Ἐάν τις ἀγαπᾷ με, λέγων, τὸν λόγον μου τηρήσει, καὶ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παῤ αὐτῷ ποιήσομεν. Ταῦτα εἰπὼν γέρων, καὶ πολλῷ πλείονα τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς καὶ θεολόγου γλώττης ἐπάξια, τὴν ἀνιωμένην τοῦ Ἰωάσαφ ψυχὴν παρεμυθεῖτο. εἶτα πρός τινας ἐκπέμπει αὐτὸν ἀδελφούς, ἐκ πολλοῦ διαστήματος τὴν οἴκησιν ἔχοντας, τοῦ ἀγαγεῖν τὰ πρὸς τὴν ἱερὰν θυσίαν ἁρμόδια. καὶ δὴ ἀναζωσάμενος Ἰωάσαφ λίαν τάχιστα τὴν διακονίαν πληροῖ: ἐδεδίει γὰρ μή πως ἀπόντος αὐτοῦ τὴν ὀφειλὴν Βαρλαὰμ τῆς φύσεως ἀποδῷ, καί, τὸ πνεῦμα παραθεὶς τῷ Κυρίῳ, ζημίαν αὐτῷ τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι. Οὕτω δὲ ἀνδρικώτατα διελθόντος αὐτοῦ τὴν μακρὰν ὁδὸν ἐκείνην καὶ τὰ τῆς ἱερᾶς θυσίας ἐνεγκόντος, προσφέρει τῷ Θεῷ τὴν ἀναίμακτον θυσίαν θειότατος Βαρλαάμ. καὶ κοινωνήσας αὐτός, μεταδοὺς δὲ καὶ τῷ Ἰωάσαφ τῶν ἀχράντων

1 John xiv. 23

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: