previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[354] λαβεῖν. ναὶ πρὸς αὐτῆς τῆς ἐλπίδος ἧς ἔχεις ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, δεήθητι [p. 590] μηδεμίαν ἡμέραν μετὰ τὸν σὸν χωρισμὸν παροικεῖν τῷ βίῳ, καὶ εἰς τὸ πέλαγος ταύτης πλανᾶσθαι τῆς ἐρήμου. Ταῦτα τοῦ Ἰωάσαφ σὺν δάκρυσι λέγοντος, γέρων πράως ἀνακόπτων καὶ ὁμαλῶς, Οὐκ ὀφείλομεν, τέκνον, ἔφη, τοῖς ἀνεφίκτοις κρίμασι τοῦ Θεοῦ ἀνθίστασθαι. ἐγὼ γὰρ πολλὰ δεηθεὶς περὶ τούτου, καὶ τὸν ἀβίαστον Δεσπότην βιασάμενος τοῦ μὴ χωρισθῆναι ἡμᾶς ἀπ̓ ἀλλήλων, ἐδιδάχθην παρὰ τῆς αὐτοῦ ἀγαθότητος ὡς οὐκ ἔστι συμφέρον σὲ νῦν τὸ ἄχθος τῆς σαρκὸς ἀποθέσθαι: ἀλλὰ παραμεῖναι δεῖ τῇ ἀσκήσει, ἕως λαμπρότερον ἑαυτῷ τὸν στέφανον πλέξῃς. οὐ γὰρ ἀρκούντως ἀκμὴν ἠγωνίσω πρὸς τὴν ἡτοιμασμένην σοι μισθαποδοσίαν: ἀλλὰ δεῖ σε 1 κοπιάσαι μικρὸν ἵνα χαίρων εἰσέλθῃς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ἐγὼ γὰρ ἐγγύς που τῶν ἑκατὸν λοιπόν εἰμι χρόνων, διατελέσας ἐν τῇ ἐρήμῳ ταύτῃ ἐνιαυτοὺς ἤδη πέντε καὶ ἑβδομήκοντα: σοὶ δέ, εἰ καὶ τοσοῦτον οὐκ ἐκταθήσεται χρόνος, ἀλλὰ πλησίον που γενέσθαι δεῖ, καθὼς κελεύει Κύριος, ἵν̓ ἐφάμιλλος ἀναδειχθῇς, καὶ 2 μηδὲν ὅλως ὑστερούμενος τῶν βαστασάντων τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. δέχου τοίνυν, φιλότης, τὰ τῷ Θεῷ δεδογμένα ἀσμένως. γὰρ αὐτὸς βεβούλευται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; καὶ καρτέρει τῇ ἐκείνου φυλαττόμενος χάριτι. Νῆφε δὲ ἀεὶ πρὸς τοὺς ἐναντίους λογισμούς,

1 Mat. xxv. 23

2 Mat. xx. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: