previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[351] οὕτως ἔσο, ὡς καθ̓ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, 1 καθάπερ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων: ἀλλ̓ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ̓ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ: τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ̓ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα: 2 τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ 3 ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι [p. 586] ὀλιγωρίας πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, 4 τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος: ἀλλὰ θαρσεῖτε: 5 ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν 6 ἀεί. μηδὲν μερίμνα: ἀλλ̓ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά

1 Phil. iii. 13, 14

2 2 Cor. iv. 16-18

3 2 Tim. ii. 3

4 John xvi. 33

5 Phil. iv. 4, 6

6 Phil. iv. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: